Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.75 Joseph. AJ 7.79 (English) >>Joseph. AJ 7.84

7.78

Τοιαύτης δʼ ἀποβάσης καὶ ταύτης τῆς μάχης ἔδοξε Δαυίδῃ συμβουλευσαμένῳ μετὰ τῶν γερόντων καὶ ἡγεμόνων καὶ χιλιάρχων μεταπέμψασθαι τῶν ὁμοφύλων ἐξ ἁπάσης τῆς χώρας πρὸς αὑτὸν τοὺς ἐν ἀκμῇ τῆς ἡλικίας, ἔπειτα τοὺς ἱερεῖς καὶ Ληουίτας καὶ πορευθέντας εἰς Καριαθιάριμα μετακομίσαι τὴν τοῦ θεοῦ κιβωτὸν ἐξ αὐτῆς εἰς Ἱεροσόλυμα καὶ θρησκεύειν ἐν αὐτῇ λοιπὸν ἔχοντας αὐτὴν θυσίαις καὶ ταῖς ἄλλαις τιμαῖς, αἷς χαίρει τὸ θεῖον· 7.79εἰ γὰρ ἔτι Σαούλου βασιλεύοντος τοῦτʼ ἔπραξαν, οὐκ ἂν δεινὸν οὐδὲν ἔπαθον. συνελθόντος οὖν τοῦ λαοῦ παντός, καθὼς ἐβουλεύσαντο, παραγίνεται βασιλεὺς ἐπὶ τὴν κιβωτόν, ἣν βαστάξαντες ἐκ τῆς Ἀμιναδάβου οἰκίας οἱ ἱερεῖς καὶ ἐπιθέντες ἐφʼ ἅμαξαν καινὴν ἕλκειν ἀδελφοῖς τε καὶ παισὶν ἐπέτρεψαν μετὰ τῶν βοῶν. 7.80προῆγε δʼ βασιλεὺς καὶ πᾶν σὺν αὐτῷ τὸ πλῆθος ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος μέλους ἐπιχώριον σύν τε ἤχῳ ποικίλῳ κρουσμάτων τε καὶ ὀρχήσεων καὶ ψαλμῶν ἔτι δὲ σάλπιγγος καὶ κυμβάλων κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα. 7.81ὡς δʼ ἄχρι τῆς Χειδῶνος ἅλωνος τόπου τινὸς οὕτω καλουμένου προῆλθον, τελευτᾷ Ὀζᾶς κατʼ ὀργὴν τοῦ θεοῦ· τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτὸν ἐκτείναντα τὴν χεῖρα καὶ κατασχεῖν ἐθελήσαντα, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.75 Joseph. AJ 7.79 (English) >>Joseph. AJ 7.84

Powered by PhiloLogic